- 텍스트

Plutarch, Philopoemen, chapter 7

(플루타르코스, Philopoemen, chapter 7)

ἐκ τούτου δόξαν ἔσχεν, ὥσπερ εἰκὸς, ὁ Φιλοποίμην, καὶ τοῦ μὲν Ἀντιγόνου σπουδάσαντος ὅπως στρατεύοιτο μετ αὐτοῦ, καὶ διδόντος ἡγεμονίαν καὶ χρήματα, παρῃτήσατο, μάλιστα τὴν ἑαυτοῦ φύσιν καταμαθὼν πρὸς τὸ ἄρχεσθαι δυσκόλως καὶ χαλεπῶς ἔχουσαν, ἀργεῖν δὲ καὶ σχολάζειν οὐ βουλόμενος ἀσκήσεως ἕνεκα καὶ μελέτης τῶν πολεμικῶν εἰς Κρήτην ἔπλευσεν ἐπὶ στρατείαν.? κἀκεῖ συχνὸν χρόνον ἐγγυμνασάμενος ἀνδράσι μαχίμοις καὶ ποικίλοις μεταχειρίσασθαι πόλεμον, ἔτι δὲ σώφροσι καὶ κεκολασμένοις περὶ δίαιταν, ἐπανῆλθεν οὕτω λαμπρὸς εἰς τοὺς Ἀχαιούς ὥστε εὐθὺς ἵππαρχος ἀποδειχθῆναι.

ὃ μέγιστον ἦν ἐν τοῖς τακτικοῖς, ἐλαφροὺς καὶ ὀξεῖς πρός τε τὰς κατ οὐλαμὸν ἐπιστροφὰς καὶ περισπασμοὺς καὶ τὰς καθ ἵππον ἐπιστροφὰς καὶ κλίσεις ἀπειργάσατο, καὶ συνείθισεν ὡς ἑνὶ σώματι κινουμένῳ καθ ὁρμὴν ἑκούσιον ἐοικέναι τὴν ὅλου τοῦ συστήματος ἐν ταῖς μεταβολαῖς εὐχέρειαν.

συστάσης δὲ τῆς περὶ τὸν Λάρισσον αὐτοῖς ποταμὸν ἰσχυρᾶς μάχης πρός Αἰτωλοὺς καὶ Ἠλείους, ὁ τῶν Ἠλείων ἵππαρχος Δαμόφαντος ὡρ´μησεν ἐπὶ τὸν Φιλοποίμενα προεξελάσας.

δεξάμενος δὲ τὴν ὁρμὴν ἐκεῖνος αὐτοῦ καὶ φθάσας τῷ δόρατι παίει καὶ καταβάλλει τὸν Δαμόφαντον. εὐθὺς δὲ τούτου πεσόντος ἔφυγον οἱ πολέμιοι, καὶ λαμπρὸς ἦν ὁ Φιλοποίμην, ὡς οὔτε κατὰ χεῖρα τῶν νέων τινὸς οὔτε συνέσει τῶν πρεσβυτέρων ἀπολειπόμενος, ἀλλὰ καὶ μάχεσθαι καὶ στρατηγεῖν ἱκανώτατος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION