호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τῶν Ὁμηρικῶν ὅσα τὰς πρὸς ἀνδρείαν ἐγείρειν καὶ παροξύνειν ἐνόμιζε φαντασίας, τούτοις προσεῖχε.? τῶν δ ἄλλων ἀναγνωσμάτων μάλιστα τοῖς Εὐαγγέλου τακτικοῖς ἐνεφύετο καὶ τὰς περὶ Ἀλέξανδρον ἱστορίας κατεῖχε, τοὺς λόγους ἐπὶ τὰ πράγματα καταστρέφειν οἰόμενος, εἰ μὴ σχολῆς ἕνεκα καὶ λαλιᾶς ἀκάρπου περαίνοιντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기