- 텍스트

Plutarch, Philopoemen, chapter 1 4:

(플루타르코스, Philopoemen, chapter 1 4:)

αὐτοί γε μὴν ἐν τοῖς ἄλλοις ἔργοις καὶ τὴν Φιλοποίμενος ἐποιοῦντο παίδευσιν, ὡς κοινὸν ὄφελος τῇ Ἑλλάδι τὸν ἄνδρα τοῦτον ὑπὸ φιλοσοφίας ἀπεργασόμενοι.? καὶ γὰρ ὥσπερ ὀψίγονον ἐν γήρᾳ ταῖς τῶν παλαιῶν ἡγεμόνων ἐπιτεκοῦσα τοῦτον ἀρεταῖς ἡ Ἑλλὰς ἠγάπησε διαφερόντως καὶ συνηύξησε τῇ δόξῃ τὴν δύναμιν. Ῥωμαίων δέ τις ἐπαινῶν ἔσχατον αὐτὸν Ἑλλήνων προσεῖπεν, ὡς οὐδένα μέγαν μετὰ τοῦτον ἔτι τῆς Ἑλλάδος ἄνδρα γειναμένης οὐδὲ αὑτῆς ἄξιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION