호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ παιδεία μέχρι τῶν ἐνηλίκων διέτεινεν.? καὶ γὰρ ἕν τι τοῦτο τῶν καλῶν ἦν καὶ μακαρίων ἃ παρεσκεύασε τοῖς ἑαυτοῦ πολίταις ὁ Λυκοῦργος, ἀφθονία σχολῆς, οἷς τέχνης μὲν ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐφεῖτο, χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαν οὐδ ὁτιοῦν ἔδει, διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον γεγονέναι καὶ ἄτιμον.
οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν, ἀποφορὰν τὴν εἰρημένην τελοῦντες, ἐπιδημῶν δὲ τίς Ἀθήνησι δικαστηρίων ὄντων, καὶ πυθόμενὸς τινα δίκην ἀργίας ὠφληκότα βαδίζειν ἀθυμοῦντα καὶ προπεμπόμενον ὑπὸ τῶν φίλων συναχθομένων καὶ βαρέως φερόντων, ἐδεῖτο δεῖξαι τοὺς συμπαρόντας αὐτῷ τίς ἐστιν ὁ τὴν ἐλευθερίας ἑαλωκὼς δίκην.
οὕτω δουλοπρεπὲς ἡγοῦντο τὴν περὶ τὰς τέχνας καὶ τὸν χρηματισμὸν ἀσχολίαν. δίκαι δέ, ὡς εἰκός, ἐξέλιπον ἅμα τῷ νομίσματι, μήτε πλεονεξίας μήτε ἀπορίας αὐτοῖς παρούσης, ἰσότητος δὲ ἐν εὐπορίᾳ καὶ ῥᾳστώνης δι εὐτέλειαν γεγενημένης.
χοροὶ δὲ καὶ θαλίαι καὶ εὐωχίαι καὶ διατριβαὶ περί τε θήρας καὶ γυμνάσια καὶ λέσχας τὸν ἅπαντα χρόνον ἐπέχωρίαζον, ὅτε μὴ στρατευόμενοι τύχοιεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기