- 텍스트

Plutarch, Lycurgus, chapter 23 2:

(플루타르코스, Lycurgus, chapter 23 2:)

ἐοίκε δὲ καὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι, καίτοι φασί τινες, ὡς Ἕρμιππος μνημονεύει, τὸν Λυκοῦργον οὐ προσέχειν οὐδὲ κοινωνεῖν ἐν ἀρχῇ τοῖς περὶ τὸν Ἴφιτον, ἀλλὰ τυγχάνειν ἄλλως ἐπιδημοῦντα καὶ θεώμενον ἀκοῦσαι δὲ φωνὴν ὥσπερ ἀνθρώπου τινὸς ἐξόπισθεν ἐπιτιμῶντος αὐτῷ καὶ θαυμάζοντος ὅτι τοὺς πολίτας οὐ προτρέπεται κοινωνεῖν τῆς πανηγύρεως:? ὡς δὲ μεταστραφέντος οὐδαμοῦ φανερὸς ὁ φθεγξάμενος ἦν, θεῖον ἡγησάμενον, οὕτω πρὸς τὸν Ἴφιτον τραπέσθαι καὶ συνδιακοσμήσαντα τὴν ἑορτὴν ἐνδοξοτέραν καὶ βεβαιοτέραν καταστῆσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION