Plutarch, Lycurgus, chapter 13 1:

(플루타르코스, Lycurgus, chapter 13 1:)

νόμουσ δὲ γεγραμμένουσ ὁ Λυκοῦργοσ οὐκ ἔθηκεν, ἀλλὰ μία τῶν καλουμένων ῥητρῶν ἔστιν αὕτη. τὰ μὲν γάρ κυριώτατα καὶ μέγιστα πρὸσ εὐδαιμονίαν πόλεωσ καὶ ἀρετήν, ἐν τοῖσ ἤθεσιν ᾤετο καὶ ταῖσ ἀγωγαῖσ τῶν πολιτῶν ἐγκατεστοιχειωμένα, μένειν ἀκίνητα καὶ βέβαια, ἔχοντα τὴν προαίρεσιν δεσμὸν ἰσχυρότερον τῆσ ἀνάγκησ, ἣν ἡ παίδευσισ ἐμποιεῖ τοῖσ νέοισ, νομοθέτου διάθεσιν ἀπεργαζομένη περὶ ἕκαστον αὐτῶν.

SEARCH

MENU NAVIGATION