호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ δὲ τῶν φαύλων ὁρᾶν χρὴ καὶ διανοεῖσθαι, τὸν φιλάργυρον εἰ δυσωπήσεις ἄνευ συμβολαίου δανεῖσαι τάλαντον ἢ τὸν φιλότιμον ἐκστῆναι τῆς προεδρίας, ἢ τὸν φίλαρχον τῆς παραγγελίας ἐπίδοξον ὄντα κρατήσειν.? τούτους μὲν ἐν νοσήμασι καὶ παθήμασιν ἀκάμπτους διαμένειν καὶ ἐχυροὺς καὶ δυσμεταθέτους, ἡμᾶς δὲ βουλομένους καὶ φάσκοντας εἶναι φιλοκάλους καὶ φιλοκάλους μὴ κρατεῖν ἑαυτῶν ἀλλ ἀνατρέπεσθαι καὶ προϊέσθαι τὴν ἀρετήν.
καὶ γάρ, εἰ μὲν οἱ δυσωποῦντες ἐπὶ δόξῃ καὶ δυνάμει τοῦτο ποιοῦσιν ἄτοπόν ἐστι κοσμοῦντας ἑτέρους καὶ αὔξοντας ἀσχημονεῖν αὐτοὺς καὶ κακῶς ἀκούειν: ὥσπερ οἱ παραβραβεύοντες ἐν τοῖς ἀγῶσι καὶ χαριζόμενοι περὶ τὰς χειροτονίας, ἐξ οὐ προσηκόντων ἀρχεῖα καὶ στεφάνους ἄλλοις διδόντες καὶ δόξαν, ἀφαιροῦνται τὸ ἔνδοξον αὑτῶν καὶ τὸ καλόν:
προσκείμενον ὁρῶμεν τὸν δυσωποῦντα, πῶς οὐ παρίσταται δεινὸν εἶναι τὸ τῆς ἰδίας δόξης καὶ ἀρετῆς ἀφειδεῖν, ἵνα τὸ τοῦ δεῖνος βαλλάντιον βαρύτερον γένηται·
καίτοι παρίσταταί γε τοῖς πολλοῖς τὰ τοιαῦτα καὶ οὐ λανθάνουσιν ἑαυτοὺς ἐξαμαρτάνοντες:
ὥσπερ οἱ τὰς μεγάλας κύλικας ἐκπιεῖν ἀναγκαζόμενοι, μόλις καὶ στένοντες καὶ τὰ πρόσωπα διαστρέφοντες ἐκτελοῦσι τὸ προσταττόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기