- 텍스트

Plutarch, De virtute morali, section 5

(플루타르코스, De virtute morali, section 5)

ἐπεὶ δ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδ ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἰή περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν.? ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς ἔχοντα τὰ δὲ πῶς ἔχοντα πρὸς ἡμᾶς:

ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα: πῶς δὲ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν ἄμφω δὲ τοῦ λόγου θεωροῦντος, τὸ μὲν περὶ τὰ ἁπλῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι, τὸ δ ἐν τοῖς πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις, ἐκείνου δ ἡ σοφία. διαφέρει δὲ σοφίας φρόνησις ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ἐπιστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ λόγον ἡ φρόνησις. διὸ φρόνησις μὲν τύχης δεῖται, σοφία δ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς:

ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα. καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλ οἶδεν αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτ ἄλλως ἐχόντων, οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτων, οὕτως ὁ θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν, ἀπήλλακται τοῦ βουλεύεσθαι. τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου ταῖς κρίσεσιν ὁρμῆς γὰρ δέονται.

τὴν δ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθ ὑπερβάλλῃ μήτ ἐγκαταλείπῃ τὸν καιρόν.

τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δ ἁμαρτάνεται: τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δ ἄλλοτ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες. τοῦτ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας. ὅπου μὲν γὰρ ὑπ ἀρρωστίας καὶ μαλακίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν ἡ ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν.

οὕτω δ ὁρίζων τὴν παθητικὴν κίνησιν, ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον ἀλλ ἡ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον: ἡ δ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη νὴ Δία τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION