- 텍스트

Plutarch, De tranquilitate animi, section 13 2:

(플루타르코스, De tranquilitate animi, section 13 2:)

τούτου δ οὐδέν τι βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραϊ` συγκαθεύδειν ὡς Εὐφορίων, ἢ τῶν ἐπικώμων ὢν Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδειος:? ἀγανακτῶν δὲ καὶ λυπούμενος εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ δι ἀρετὴν ὡς Ἐπαμεινώνδας. οὐδὲ γὰρ οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται καὶ χαίρουσι. Σπάρταν ἔλαχες, ταύταν κόσμει. καὶ γὰρ ὁ Σόλων, ἀλλ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον ἐπεὶ τὸ μὲν ἔμπεδὸν ἐστι, χρήματα δ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION