호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀλλ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις ὅσον ἀνιᾶται τοῖς ἀλλοτρίοις ἀγαθοῖς, μὴ μόνον ὁρ´α τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν ἐντὸς γενοῦ, καὶ κατόψει πολλὰ δυσχερῆ καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς.? ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους: "ἡμῶν κακὸν ἔστιν: οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, ὅταν δ ἀνοίξῃ τὴν θύραν, τρισάθλιος: γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει, μάχετ ἀεί. ἀπὸ πλειόνων ὀδυνᾶτ, ἐγὼ δ ἀπ οὐδενός. τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσεστιν ἄδηλα τοῖς πολλοῖς: ἐπιπροσθεῖ γὰρ ὁ τῦφος. ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον ἔξωθεν οὗτος ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης:
αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι: Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ καὶ ζηλῶ σε, γέρον, ζηλῶ δ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρας ἀγνὼς, ἀκλεής. ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기