호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"κακῶς.? ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης: "οὐδ οὕτω κακῶς. ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν. οὐδὲ θερμὸν ὕδωρ τόσον γε τεύξει μαλθακὰ γυῖα, κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως πόνον ἡδὺν κάματόν τ᾿ εὐκάματον. Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός: "ὦ τύχη, ποιεῖς εἰς τὸν τρίβωνα συνελαύνους ἡμᾶς. τί οὖν κωλύει μιμεῖσθαι τούτους· ἀρχήν τινα μετιὼν διήμαρτες· ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης· ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας· ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός·
οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα τὸ ἐν Δελφοῖς, ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μ ἀνέθηκεν οὐδ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας· ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἱο῀ν ἀπαιδία τὸ λυποῦν ἐστι· τοὺς Ῥωμαίων ὁρ´α βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε. πενίᾳ δυσφορεῖς παρούσῃ· καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι Βοιωτῶν ἢ Ἐπαμεινώνδας· τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος· "ἀλλὰ διέφθαρταί μου τὸ γύναιον. ἀλλὰ τοῦτ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον:
ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖς ἡ θυγάτηρ: "ἁμάρτημα τοῦτ ἐστὶν ἢ ἐκείνης·
"ἐκείνης μὲν ἁμάρτημα, σὸν δ ἀτύχημα : "πῶς λέγεις· "οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματ ἐστί· ἔφη. "τὰ δὲ διαπτώματ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα· συνωμολόγησεν ὁ Μητροκλῆς. "τὰ δ ἀποτεύγματ οὐχ ὧν ἀποτεύγματα καὶ ἀτυχήματα· πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα τὴν τοῦ κυνικοῦ βλασφημίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기