호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔδει δ ἴσως καὶ ἡμᾶς ἔχειν οὕτως:? "νῦν δ ὥσπερ ἀγωνιῶντες καὶ δεδιότες, μὴ τρισχιλίων ἐτῶν ἀποβάλῃ δόξαν ὁ τόπος καὶ τοῦ χρηστηρίου καθάπερ σοφιστοῦ διατριβῆς ἀποφοιτήσωσιν ἔνιοι καταφρονήσαντες, ἀπολογούμεθα καὶ πλάσσομεν αἰτίας καὶ λόγους ὑπὲρ ὧν οὔτ ἴσμεν οὔτ εἰδέναι προσῆκον ἡμῖν ἐστι: "παραμυθούμενοι τὸν ἐγκαλοῦντα καὶ πείθοντες, οὐ χαίρειν ἐῶντες: "αὐτῷ γάρ οἱ πρῶτον ἀνιηρώτερον ἔσται τοιαύτην ἔχοντι περὶ τοῦ θεοῦ δόξαν: "ὥστε ταυτὶ μὲν τὰ προγεγραμμένα τῶν σοφῶν τό γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν ἀποδέχεσθε καὶ θαυμάζειν οὐχ ἣκιστα διὰ τὴν βραχυλογίαν ὡς πυκνὸν καὶ σφυρήλατον νοῦν ἐν ὀλίγῳ περιέχουσαν ὄγκῳ, τοὺς δὲ χρησμοὺς ὅτι συντόμως καὶ ἁπλῶς καὶ δι εὐθείας τὰ πλεῖστα φράζουσιν αἰτιᾶσθε. "καὶ τὰ τοιαῦτα μὲν ἀποφθέγματα τῶν σοφῶν ταὐτὸν τοῖς εἰς στενὸν συνθλιβεῖσι πέπονθε ῥεύμασιν οὐ γὰρ ἔχει τοῦ νοῦ δίοψιν οὐδὲ διαύγειαν, ἀλλ ἐὰν σκοπῇς τί γέγραπται καὶ λέλεκται περὶ αὐτῶν τοῖς ὅπως ἕκαστον ἔχει βουλομένοις καταμαθεῖν, οὐ ῥᾳδίως τούτων λόγους ἑτέρους εὑρήσεις μακροτέρους. "ἡ δὲ τῆς Πυθίας διάλεκτος, ὥσπερ οἱ μαθηματικοὶ γραμμὴν εὐθεῖαν καλοῦσι τὴν ἐλαχίστην τῶν ταὐτὰ πέρατ ἐχουσῶν, οὕτως οὐ ποιοῦσα καμπὴν οὐδὲ κύκλον οὐδὲ διπλόην οὐδ ἀμφιβολίαν ἀλλ εὐθεῖα πρὸς τὴν ἀλήθειαν οὖσα πρὸς δὲ πίστιν ἐπισφαλὴς καὶ ὑπεύθυνος οὐδένα καθ αὑτῆς ἔλεγχον ἄχρι νῦν παραδέδωκεν, ἀναθημάτων δὲ καὶ δώρων ἐμπέπληκε βαρβαρικῶν καὶ Ἑλληνικῶν τὸ χρηστήριον, οἰκοδομημάτων δ ἐκαλλώπισε κάλλεσι καὶ κατασκευαῖς Ἀμφικτυονικαῖς. ὁρᾶτε δήπουθεν αὐτοὶ πολλὰ μὲν ἐπεκτισμένα τῶν πρότερον οὐκ ὄντων, πολλὰ δ ἀνειλημμένα τῶν συγκεχυμένων καὶ διεφθαρμένων. "ὡς δὲ τοῖς εὐθαλέσι τῶν δένδρων ἕτερα παραβλαστάνει, καὶ τοῖς Δελφοῖς ἡ Πυλαία συνηβᾷ καὶ συναναβόσκεται, διὰ τὰς ἐντεῦθεν εὐπορίας σχῆμα λαμβάνουσα καὶ μορφὴν καὶ κόσμον ἱερῶν καὶ συνεδρίων καὶ ὑδάτων οἱο῀ν ἐν χιλίοις ἔτεσι τοῖς πρότερον οὐκ ἔλαβεν. "οἱ μὲν οὖν περὶ τὸ Γαλάξιον τῆς Βοιωτίας κατοικοῦντες ᾔσθοντο τοῦ θεοῦ τὴν ἐπιφάνειαν ἀφθονίᾳ καὶ περιουσίᾳ γάλακτος προβάτων γὰρ ἐκ πάντων κελάρυξεν, ὡς ἀπὸ κρηνᾶν φέρτατον ὕδωρ, θάλεον γάλα: "τοὶ δ ἐπίμπλων ἐσσύμενοι πίθους: "ἀσκὸς δ οὐδέ τις ἀμφορεὺς ἐλίνυ ἐν δόμοις, πέλλαι γὰρ ξύλινοί τε πίθοι πλᾶσθεν ἅπαντες. "ἡμῖν δὲ λαμπρότερα καὶ κρείττονα καὶ σαφέστερα σημεῖα τούτων ἀναδίδωσιν, ὥσπερ ἐξ αὐχμοῦ τῆς πρόσθεν ἐρημίας καὶ πενίας εὐπορίαν καὶ λαμπρότητα καὶ τιμὴν πεποιηκώς. καίτοι φιλῶ μὲν ἐμαυτὸν ἐφ οἷς ἐγενόμην εἰς τὰ πράγματα ταῦτα πρόθυμος καὶ χρήσιμος μετὰ Πολυκράτους καὶ Πετραίου, φιλῶ δὲ τὸν καθηγεμόνα ταύτης τῆς πολιτείας γενόμενον ἡμῖν καὶ τὰ πλεῖστα τούτων ἐκφροντίζοντα καὶ παρασκευάζοντα ἀλλ οὐκ ἔστιν ἄλλως ὅτι τηλικαύτην καὶ τοσαύτην μεταβολὴν ἐν ὀλίγῳ χρόνῳ γενέσθαι δι ἀνθρωπίνης ἐπιμελείας, μὴ θεοῦ παρόντος ἐνταῦθα καὶ συνεπιθειάζοντος τὸ χρηστήριον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기