- 텍스트

Plutarch, De Pythiae oraculis, section 27

(플루타르코스, De Pythiae oraculis, section 27)

"ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι.? "ἄλλα δὲ τοιαῦτα πολλὰ δυσκάθεκτα καὶ δυσμνημόνευτα τῶν παλαιῶν διεξιέναι πρὸς ὑμᾶς εἰδότας οὐκ ἀναγκαῖόν ἐστι. "τοῖς μὲν οὖν τότε πολλὴν ἔδει μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ δυσεξεύρετοι μακρὰν ἀπαίρουσι τῆς Ἑλλάδος. "ἴστε γὰρ τὸν χῖον καὶ Κρήτινον καὶ Νήσιχον καὶ Φάλανθον, ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευρεῖν τὴν διδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν: "ὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος. "ἔδοξε γὰρ ἐκπεσεῖν οὐ καταλαβὼν ἐφ ὃν ἐπέμφθη τόπον: "εἶθ ἧκε δεύτερον ποτνιώμενος. "ὑπειπὼν οὖν ὁ θεὸς αἰ τὺ ἐμεῦ Λιβύαν μαλοτρόφον οἶσθας ἄρειον, μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ: "οὕτω πάλιν αὐτὸν ἐξέπεμψε. "Λύσανδρος δὲ καὶ παντάπασιν ἀγνοήσας τὸν Ὀρχαλίδην λόφον καὶ Ἀλώπεκον προσαγορευόμενον καὶ τὸν Ὁπλίτην ποταμὸν γῆς τε δράκονθ υἱὸν δόλιον κατόπισθεν ἰόντα, μάχῃ κρατηθεὶς ἔπεσεν ἐν τοῖς τόποις ἐκείνοις ὑπὸ Νεοχώρου Ἁλιαρτίου ἀνδρὸς ἀσπίδα φοροῦντος ἐπίσημον ὄφιν ἔχουσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION