호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος, αἰτίας μὲν ἄνευ θεοῦ οὐδὲν ὡς ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον, οὐ μὴν πᾶσι πρὸς πάντα χρώμενον ποιῶν τὸν θεόν, ἀλλ ἑκάστῳ καθ ἣν ἔχει τέχνην ἢ δύναμιν.? "ἢ γὰρ οὐχ ὁρᾷς, εἶπεν, ὦ· "φίλε Διογενιανέ, τὴν Ἀθηνᾶν, ὅτε πεῖσαι βούλεται τοὺς Ἀχαιούς, τὸν Ὀδυσσέα παρακαλοῦσαν, ὅτε συγχέαι τὰ ὁρ´κια, τὸν Πάνδαρον ζητοῦσαν, ὅτε τρέψασθαι τοὺς Τρῶας, ἐπὶ τὸν Διομήδην βαδίζουσαν· "ὁ μὲν γὰρ εὔρωστος καὶ μάχιμος ὁ δὲ τοξικὸς καὶ ἀνόητος ὁ δὲ δεινὸς εἰπεῖν καὶ φρόνιμος. "οὐ γὰρ εἶχεν Ὅμηρος τὴν αὐτὴν Πινδάρῳ διάνοιαν, εἴ γε Πίνδαρος ἦν ὁ ποιήσας θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς· "πλέοις: "ἀλλ ἐγίγνωσκεν ἄλλας πρὸς ἄλλα δυνάμεις καὶ φύσεις γεγενημένας, ὧν ἑκάστη κινεῖται διαφόρως, κἂν ἓν ᾖ τὸ κινοῦν ἁπάσας. "ὥσπερ οὖν τὸ κινοῦν τὸ πεζὸν οὐ δύναται κινῆσαι πτητικῶς, οὐδὲ τορῶς τὸ τραυλὸν οὐδ εὐφώνως τὸ ἰσχνόφωνον ἀλλὰ καὶ τὸν Βάττον, οἶμαι, διὰ τοῦτ ἐπὶ τὴν φωνὴν παραγενόμενον εἰς Λιβύην ἔπεμψεν οἰκιστήν, ὅτι τραυλὸς μὲν ἦν καὶ ἰσχνόφωνος βασιλικὸς δὲ καὶ πολιτικὸς καὶ φρόνιμος: "οὕτως ἀδύνατον διαλέγεσθαι ποιητικῶς τὸν ἀγράμματον καὶ ἀνήκοον ἐπῶν. ὥσπερ ἡ νῦν τῷ θεῷ λατρεύουσα γέγονε μὲν εἴ τις ἄλλος ἐνταῦθα νομίμως καὶ καλῶς καὶ βεβίωκεν εὐτάκτως: "τραφεῖσα δ ἐν οἰκίᾳ γεωργῶν πενήτων, οὔτ ἀπὸ τέχνης οὐδὲν οὔτ ἀπ ἄλλης τινὸς ἐμπειρίας καὶ δυνάμεως ἐπιφερομένη κάτεισιν εἰς τὸ χρηστήριον, ἀλλ ὥσπερ ὁ Ξενοφῶν οἰέται δεῖν ἐλάχιστα τὴν νύμφην ἰδοῦσαν ἐλάχιστα δ ἀκούσασαν εἰς ἀνδρὸς βαδίζειν, οὕτως ἄπειρος καὶ ἀδαὴς ὀλίγου δεῖν ἁπάντων καὶ παρθένος ὡς ἀληθῶς τὴν ψυχὴν τῷ θεῷ σύνεστιν. "ἀλλ ἡμεῖς ἐρωδιοῖς οἰόμεθα καὶ τροχίλοις καὶ κόραξι χρῆσθαι φθεγγομένοις σημαίνοντα τὸν θεόν, καὶ οὐκ ἀξιοῦμεν, ᾗ θεῶν ἄγγελοι καὶ κήρυκές εἰσι, λογικῶς ἕκαστα καὶ σαφῶς φράζειν τὴν δὲ τῆς Πυθίας φωνὴν καὶ διάλεκτον ὥσπερ ἐκ θυμέλης, οὐκ ἀνήδυντον οὐδὲ λιτὴν ἀλλ ἐν μέτρῳ καὶ ὄγκῳ καὶ πλάσματι καὶ μεταφοραῖς ὀνομάτων καὶ μετ αὐλοῦ φθεγγομένην παρέχειν ἀξιοῦμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기