- 텍스트

Plutarch, De Pythiae oraculis, section 1

(플루타르코스, De Pythiae oraculis, section 1)

Βασιλόκλης.? ἑσπέραν ἐποιήσατε βαθεῖαν, ὦ Φιλῖνε, διὰ τῶν ἀναθημάτων παραπέμποντες τὸν ξένον: ἐγὼ γὰρ ὑμᾶς ἀναμένων ἀπηγόρευσα. βραδέως γὰρ ὡδεύομεν, ὦ Βασιλόκλεις, σπείροντες λόγους καὶ θερίζοντες εὐθὺς μετὰ μάχης ὑπούλους καὶ πολεμικούς, ὥσπερ οἱ Σπαρτοί, βλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους κατὰ τὴν ὁδόν.

βάς. ἑέτερον οὖν τινα δεήσει παρακαλεῖν τῶν παραγεγονότων, ἢ σὺ βούλει χαριζόμενος ἡμῖν διελθεῖν τίνες ἦσαν οἱ λόγοι καὶ τίνες οἱ λέγοντες· φιλ.

ἐεμόν, ὡς ἐοίκεν, ὦ Βασιλόκλεις, τὸ ἔργον. τῶν γὰρ ἄλλων οὐδενὶ ῥᾳδίως ἂν ἐντύχοις κατὰ πόλιν: τοὺς γὰρ πλείστους ἑώρων αὖθις εἰς τὸ Κωρύκιον τῷ ξένῳ καὶ τὴν Λυκουρίαν συναναβαίνοντας. βάς. ἦ φιλοθεάμων τις ἡμῖν καὶ περιττῶς φιλήκοός ἐστιν ὁ ξένος φιλ. φιλόλογός γε καὶ φιλομαθής ἐστι μᾶλλον.

οὐ μὴν ταῦτα μάλιστα θαυμάζειν ἄξιον, ἀλλὰ πραότης τε πολλὴν χάριν ἔχουσα, καὶ τὸ μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτε ἀντίτυπον πρὸς τὰς ἀποκρίσεις: "τέκος ἀγαθοῦ πατρός.

οἶσθα γὰρ Διογενιανὸν ἀνδρῶν ἄριστον. βάς. αὐτὸς μὲν οὐκ εἶδον, ὦ Φιλῖνε, πολλοῖς δ ἐντετύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος τάνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν. ἀλλὰ τίν ἀρχὴν ἔσχον οἱ λόγοι καὶ πρόφασιν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION