- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 10

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 10)

"εὖγ, ὦ Τύχη, τὸν Ἀλέξανδρον αὔξεις καὶ μέγαν ποιεῖς, διορύττουσα πανταχόθεν, ὑπερείπουσα, πᾶν μέρος ἀνοίγουσα τοῦ σώματος:? "οὐχ ὥσπερ ἡ Ἀθηνᾶ πρὸ τοῦ Μενελάου τὸ βέλος εἰς τὰ καρτερώτατα τῶν ὅπλων ὑπάγουσα, θώρακι καὶ μίτρᾳ καὶ ζωστῆρι τῆς πληγῆς τὸν τόνον ἀφεῖλε θιγούσης· "τοῦ σώματος, ὅσον αἵματι πρόφασιν ῥυῆναι, ἀλλὰ γυμνὰ παρέχουσα τοῖς βέλεσι τὰ καίρια, καὶ δι ὀστέων ἐλαύνουσα τὰς πληγάς, καὶ περιτρέχουσα κύκλῳ τὸ σῶμα, καὶ πολιορκοῦσα τὰς ὄψεις, τὰς βάσεις, ἐμποδίζουσα τὰς διώξεις, περισπῶσα τὰς νίκας, ἀνατρέπουσα τὰς ἐλπίδας. ἐμοὶ μὲν οὐδεὶς βαρυτέρᾳ δοκεῖ κεχρῆσθαι Τύχῃ τῶν βασιλέων, καίτοι πολλοῖς ἐνέπεσε - σκληρὰ καὶ βάσκανος:

ἀλλ ὡς σκηπτὸς ἀπέκοψε τοὺς ἄλλους καὶ διέφθειρε, πρὸς δ Ἀλέξανδρον αὐτῆς τὸ δυσμενὲς:

γέγονε φιλόνεικον καὶ δύσερι καὶ δυσεκβίαστον, ὥσπερ πρὸς τὸν Ἡρακλέα. ποίους γὰρ Τυφῶνας ἢ πελωρίους γίγαντας οὐκ ἀνέστησεν ἀνταγωνιστὰς ἐπ αὐτόν· ἢ τίνας οὐκ ὠχύρωσε τῶν πολεμίων πλήθεσιν ὅπλων ἢ βάθεσι ποταμῶν ἢ τραχύτησι κρημνῶν ἢ θηρίων ἀλκαῖς ἀλλοφύλων·

παραταττόμενος ἐξοπλιζόμενος πολιορκῶν διώκων, ἐν ἀποστάσεσι μυρίαις, ἀποτροπαῖς σκιρτήσεσιν ἐθνῶν, βασιλέων ἀφηνιασμοῖς, Βάκτρα Μαράκανδα Σογδιανούς, ἐν ἔθνεσιν ἀπίστοις καὶ ἐπιβούλοις ὕδραν τέμνων ἀεί τισι πολέμοις ἐπιβλαστάνουσαν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION