- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 9

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 9)

Ἀλεξάνδρῳ δὲ τί παρ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί πονήσαντι τῶν μεγάλων·? καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάσσῃ πρότερον ἢ ἐν γῇ φυτὸν εἶδεν.

εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν τύχην, οὐκ ἂν εἶπε " ποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας·

ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε·

ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ἢ ποίαν ἀόπλον φάλαγγα· τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος ἢ στρατηγὸς ἀμελὴς ἢ κοιμώμενος πυλωρός· ἀλλ οὐδ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ θέρος ἄλυπον.

ἄπιθι πρὸς Ἀντίοχον τὸν Σελεύκου, πρὸς Ἀρτοξέρξην τὸν Κύρου ἀδελφόν ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον.

ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων, ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος δι εὐτυχίαν βασιλεύων ἐγήρασεν. ἔγχεϊ´ τ ἀόρί τε μεγάλοισί τε χερμαδίοισιν:

ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέσθαι:

περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς:

ὄψεις ἀμαυρωθεὶς ἐφ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως· "τουτὶ μὲν αἷμα, οὐκ ἰχώρ, οἱό῀ς πέρ τε ῥέει μακάρεσσι θεοῖσιν" ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης· φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος:

αὐτὸς δ Ἀλέξανδρος: "καὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι τὸν μηρόν:

ἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος: ὑπελάσας ἔλαβε κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION