호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ ταῦτα μὲν ἄν τις ἀπείποι λέγων, οἷς ἀποδείκνυται κάλλιστα καὶ βασιλικώτατα τὴν ἐξουσίαν διατιθέμενος·? .
καὶ γὰρ εἰ διὰ Τύχην μέγας γέγονε, μείζων ἐστίν, ὅτι τῇ Τύχῃ καλῶς· κέχρηται: καὶ ὅσῳ τις ἂν μᾶλλον αὐτοῦ τὴν Τύχην ἐπαινῇ, τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, δι ἣν ἄξιος τῆς Τύχης ἐγένετο: οὐ μὴν ἀλλ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, δι ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι.
πῶς γὰρ οὐχί τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον, ὃν χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν Ὑστάσπου πρότερον·
ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπ Ἀτόσσης· ἐπὶ θύρας·
αὐτῷ τὸ διάδημα τῆς βασιλείας ἦλθεν, ὥσπερ Οἄρσῃ διὰ Βαγώαν, καὶ στολὴν ἐκδυσάμενος ἀστάνδου περιέθετο τὴν βασιλικὴν καὶ ὀρθοπαγῆ κίταριν· ἐξαίφνης καὶ ἀπροσδοκήτως κλήρῳ λαχὼν τῆς οἰκουμένης ἐβασίλευσεν, ὡς Ἀθήνησι κλήρῳ θεσμοθετοῦσι καὶ ἄρχουσι·
βούλει μαθεῖν, πῶς βασιλεύουσιν ἄνθρωποι διὰ Τύχην·
ἐξέλιπὲ ποτ Ἀργείοις τὸ Ἡρακλειδῶν γένος, ἐξ οὗ βασιλεύεσθαι πάτριον ἦν αὐτοῖς: ζητοῦσι δὲ καὶ διαπυνθανομένοις ὁ θεὸς ἔχρησεν ἀετὸν δείξειν: καὶ μεθ ἡμέρας ὀλίγας ἀετὸς ὑπερφανεὶς καὶ κατάρας ἐπὶ τὴν Αἴγωνος οἰκίαν ἐκάθισε, καὶ βασιλεὺς ᾑρέθη Αἴγων.
πάλιν ἐν Πάφῳ, τοῦ βασιλεύοντος ἀδίκου καὶ πονηροῦ φανέντος, ἐκβαλὼν τοῦτον Ἀλέξανδρος·
ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. ἕνα δ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως διατρεφόμενον.
ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ἐπαντλῶν: καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε, καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων:
ἐκαλεῖτο δ, Ἀβδαλώνυμος.
οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μεταμφιέζουσι, μεταγράφουσι ταχύ, ῥᾳδίως, προσδεχομένους ἐλπίζοντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기