Plutarch, chapter 32 2:

(플루타르코스, chapter 32 2:)

ὁ μὲν γὰρ ἐμφερέστατοσ Κράσσῳ τῶν αἰχμαλώτων Γάιοσ Πακκιανόσ, ἐσθῆτα βασιλικὴν γυναικὸσ ἐνδὺσ καὶ διδαχθεὶσ Κράσσοσ ὑπακούειν καὶ αὐτοκράτωρ τοῖσ καλοῦσιν, ἐφ’ ἵππου καθήμενοσ ἤγετο· πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινεσ ὀχούμενοι καμήλοισ ἤλαυνον· ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ παρὰ τοὺσ πελέκεισ πρόσφατοι κεφαλαὶ Ῥωμαίων ἀποτετμημέναι.

SEARCH

MENU NAVIGATION