- 텍스트

Plutarch, chapter 31

(플루타르코스, chapter 31)

οὐ μὴν ἔμειναν οἱ περὶ τόν Ὀκταούϊον, ἀλλὰ συγκατέβαινον ἀπὸ τοῦ λόφου:? τοὺς δὲ ῥαβδούχους ἑπομένους ὁ Κράσσος ἀπήλασεν. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτῷ δύο μιξέλληνες, οἳ καὶ προσεκύνησαν τόν Κράσσον ἀπὸ τῶν ἵππων ἁλόμενοι, καὶ προσαγορεύσαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνόπλους καὶ ἀσιδήρους προσερχομένους, ὁ δὲ Κράσσος ἀπεκρίνατο μέν ὡς, εἰ καὶ τόν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἷς χεῖρας αὐτοῖς ἦλθεν, ὅμως δὲ δύο Ῥωσκίους ἀδελφοὺς ἔπεμψε πευσομένους ἐπί τίσι καὶ πόσοι συνίασιν. "πεζὸς ὁ Ῥωμαίων αὐτοκράτωρ, ἡμεῖς δὲ ὀχούμεθα ·

καὶ προσαγαγεῖν ἐκέλευσεν ἵππον αὐτῷ. τοῦ δὲ Κράσσου φήσαντος οὔτε αὐτὸν ἁμαρτάνειν οὔτ ἐκεῖνον, ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον, εἶναι μέν αὐτόθεν ἔφη σπονδὰς καὶ εἰρήνην ὁ Σουρήνας Ὑρώδῃ τε βασιλεῖ καὶ Ῥωμαίοις, δεῖν δὲ γράψασθαι τὰς συνθήκας ἐπὶ τόν ποταμὸν προσελθόντας:

καὶ προὔτεινε τὴν δεξιὰν αὐτῷ. "βασιλεὺς γάρ σοι δίδωσι τοῦτον" ἅμα δ ἵππος τε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵ τε ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο πληγῇ τόν ἵππον ἐπιταχύνοντες. Ὀκταούϊος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν χαλινῶν, καὶ μετ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶτα οἱ λοιποὶ περιίσταντο τόν τε ἵππον ἀνακόπτειν πειρώμενοι καὶ τοὺς πιεζοῦντας τόν Κράσσον ἐξ ἐκατέρου μέρους ἀφέλκοντες.

ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκταούϊος μέν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τόν ἱπποκόμον, ἕτερος δὲ τόν Ὀκταούϊον ἐκ τῶν ὄπισθεν πατάξας.

Πετρώνιος δὲ ὅπλου μέν οὐκ εὐπόρησεν, εἷς δὲ τόν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος: τόν δὲ Κράσσον ὄνομα Πομαξάθρης Πάρθος ἀπέκτεινεν. οἱ δ οὔ φασιν, ἀλλ ἕτερον μέν εἶναι τόν ἀποκτείναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν.

εἰκάζεται δὲ ταῦτα μᾶλλον ἢ γινώσκεται: τῶν γὰρ παρόντων οἱ μέν ἐκεῖ μαχόμενοι περὶ τόν Κράσσον ἀνῃρέθησαν, οἱ δ εὐθὺς ἀνεπήδησαν ἐπὶ τόν λόφον. ἐπελθόντων δὲ τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μέν δίκην δέδωκε, τοὺς δ ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μέν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασι διεσώθησαν:

τοὺς δ ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δ οἱ πάντες δισμύριοι μέν ἀποθανεῖν, μύριοι δὲ ἁλῶναι ζῶντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION