- 텍스트

Plutarch, chapter 22 1:

(플루타르코스, chapter 22 1:)

τότ οὖν ὁ βάρβαρος, ὡς ἔπεισεν αὐτόν, ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν, ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον ἀθυμίαν παρέχειν οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέντος, οὐ πόαν διαβλαστάνουσαν, ἀλλ ἀτεχνῶς πελάγιόν τι χεῦμα θινῶν τινων ἐρήμων περιεχόντων τὸν στρατόν.? ἦν μὲν οὖν καὶ ἀπὸ τούτων ὁ δόλος ὕποπτος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION