호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότ οὖν ὁ βάρβαρος, ὡς ἔπεισεν αὐτόν, ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν, ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον ἀθυμίαν παρέχειν οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέντος, οὐ πόαν διαβλαστάνουσαν, ἀλλ ἀτεχνῶς πελάγιόν τι χεῦμα θινῶν τινων ἐρήμων περιεχόντων τὸν στρατόν.? ἦν μὲν οὖν καὶ ἀπὸ τούτων ὁ δόλος ὕποπτος: παραινεῖ δὲ Κράσσῳ μάλιστα μὲν ἐκεῖ τραπέσθαι καὶ γενόμενον μετ Ἀρμενίων ὁμοῦ διαγωνίσασθαι πρὸς τὸν Ὑρώδην, εἰ δὲ μή, πορεύεσθαι καὶ στρατοπεδεύειν ἀεὶ τὰ ἱππάσιμα φεύγοντα καὶ προσχωροῦντα τοῖς ὀρεινοῖς, Κράσσος μὲν οὐδὲν ἀντιγράψας ὑπ ὀργῆς καὶ σκαιότητος ἀπεκρίνατο νῦν μὲν Ἀρμενίοις μὴ σχολάζειν, αὖθις δ ἀφίξεσθαι δίκην ἐπιθήσων Ἀρταουάσδῃ τῆς προδοσίας.
οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν βάρβαρον ἐλοιδόρουν:
"τίς σε δαίμων πονηρός, ὦ κάκιστε ἀνθρώπων, ἤγαγε πρὸς ἡμᾶς· "τίσι δὲ φαρμάκοις καὶ γοητείαις ἔπεισας Κράσσον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδὸν ὁδεύειν Νομάδι λῃστάρχῃ μᾶλλον ἢ Ῥωμαίων αὐτοκράτορι προσήκουσας· ὁ δὲ βάρβαρος ἀνὴρ ὢν ποικίλος ἐκείνους μὲν ὑποπίπτων ἐθάρρυνε καὶ παρεκάλει μικρὸν ἔτι καρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος:
"ὑμεῖς δὲ διὰ Καμπανίας ὁδεύειν οἰέσθε κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ καὶ πανδοκεῖα ποθοῦντες· "οὐ μέμνησθε δὲ τὴν Ἀράβων διεξιόντες καὶ Ἀσσυρίων μεθορίαν· οὕτω μὲν ὁ βάρβαρος διεπαιδαγώγησε τοὺς Ῥωμαίους, καὶ πρὶν ἢ γενέσθαι φανερὸς ἐξαπατῶν ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον, ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολεμίων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기