호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ ἦν ψευδῆ πάντα, διχῇ γὰρ εὐθὺς Ὑρώδης διελὼν τὴν δύναμιν αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τιννύμενος Ἀρταουάσδην, Σουρήναν δ ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος, ὡς ἔνιοί φασιν:? οὐ γὰρ ἦν τοῦ αὐτοῦ Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα Ῥωμαίων πρῶτον, Ἀρταουάσδῃ δὲ προσπολεμεῖν καὶ ταῖς Ἀρμενίων ἐπιόντα κώμαις ἐξαιρεῖν ἀλλὰ καὶ πάνυ δοκεῖ καταδείσας τὸν κίνδυνον αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι πειρασόμενον μάχης καὶ περιέλξοντα τοὺς πολεμίους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기