호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν δι Ἀρμενίας εἰς τὴν Παρθίαν:? οὐ γὰρ μόνον ἐν ἀφθόνοις διάξειν τὴν στρατιὰν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι δι ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, ἣ μόνη Πάρθων ἀλκή, προβαλλόμενον. ὁ δὲ τὴν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς βοηθείας μετρίως ἠγάπησε, βαδιεῖσθαι δ ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기