- 텍스트

Plutarch, chapter 19

(플루타르코스, chapter 19)

οὐχ ἥκιστα δ αὐτὸν Ἀρταβάζης ὁ Ἀρμενίων βασιλεὺς ἐπέρρωσεν:? ἦλθε γὰρ εἰς τὸ στρατόπεδον μεθ ἑξακισχιλίων ἱππέων. καὶ οὗτοι μὲν ἐλέγοντο φύλακες καὶ προπομποὶ βασιλέως: ἑτέρους δὲ μυρίους ὑπισχνεῖτο καταφράκτους καὶ τρισμυρίους πεζοὺς οἰκοσίτους. ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν δι Ἀρμενίας εἰς τὴν Παρθίαν:

οὐ γὰρ μόνον ἐν ἀφθόνοις διάξειν τὴν στρατιὰν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι δι ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, ἣ μόνη Πάρθων ἀλκή, προβαλλόμενον. ὁ δὲ τὴν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς βοηθείας μετρίως ἠγάπησε, βαδιεῖσθαι δ ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν. ὁ μὲν οὖν Ἀρμένιος ἐπὶ τούτοις ἀπήλαυνεν.

τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ καὶ ἤστραπτεν ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμιγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν: ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν ὁ χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν.

ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνεπισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη. λέγεται δὲ καὶ τῶν ἀετῶν ὁ πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου μεταστραφῆναι. πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διάβασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶτα πάντων δοθῆναι φακοὺς καὶ ἃλας, ἃ νομίζουσι Ῥωμαῖοι πένθιμα καὶ προτίθενται τοῖς νέκυσιν, αὐτοῦ τε Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή δεινῶς συγχέασα τὸν στρατόν.

ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ. καὶ δέον, ὡς ᾔσθετο τοῦ ῥήματος τὴν ἀτοπίαν, ἀναλαβεῖν καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπὸ αὐθαδείας. "τὸ γῆρας:

"ἀλλὰ τῶν γε ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION