호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι τῷ γραφέντι περὶ τούτων νόμῳ Παρθικὸσ πόλεμοσ οὐ προσῆν. ᾔδεσαν δὲ πάντεσ ὅτι πρὸσ τοῦτο Κράσσοσ ἐπτόηται· καὶ Καῖσαρ ἐκ Γαλατίασ ἔγραφεν αὐτῷ τὴν ὁρμὴν ἐπαινῶν καὶ παροξύνων ἐπὶ τὸν πόλεμον. ἐπεὶ δὲ δημαρχῶν Ἀτήιοσ ἔμελλε πρὸσ τὴν ἔξοδον ἐναντιώσεσθαι, καὶ συνίσταντο πολλοὶ χαλεπαίνοντεσ εἴ τισ ἀνθρώποισ οὐδὲν ἀδικοῦσιν, ἀλλ’ ἐνσπόνδοισ, πολεμήσων ἄπεισι, δείσασ ὁ Κράσσοσ ἐδεήθη Πομπηϊού παραγενέσθαι καὶ συμπροπέμψαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기