호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
στενὴν ἄνοδον, ἣν ὁ Κλώδιος ἐφρούρει, τὰ δ ἄλλα κρημνοὺς ἀποτόμους Καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, Καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστ ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς δι αὐτῶν πλὴν ἑνός.? οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν, ἠφίει κάτω τὰ ὅπλα Καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο Καὶ αὐτός, ταῦτ ἠγνόουν οἱ Ῥωμαῖοι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기