호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπ’ ἐκείνων δὲ τῶν πράξεων λέγουσιν αὐτῷ πρῶτον ἐγγενέσθαι τὴν πρὸσ Πομπήιον ὑπὲρ δόξησ ἅμιλλαν καὶ φιλοτιμίαν. ὁ γὰρ Πομπήιοσ ἡλικίᾳ τε λειπόμενοσ αὐτοῦ καὶ πατρὸσ γεγονὼσ ἀδοξήσαντοσ ἐν Ῥώμῃ καὶ μισηθέντοσ ἔσχατον μῖσοσ ὑπὸ τῶν πολιτῶν, ἐν ἐκείνοισ τοῖσ πράγμασιν ἐξέλαμψε καὶ διεφάνη μέγασ, ὥστε Σύλλαν, ἃ πρεσβυτέροισ καὶ ἰσοτίμοισ οὐ πάνυ πολλάκισ παρεῖχεν, ὑπεξανίστασθαι προσιόντοσ αὐτοῦ καὶ κεφαλὴν ἀποκαλύπτεσθαι καὶ προσειπεῖν αὐτοκράτορα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기