- 텍스트

Plutarch, chapter 3

(플루타르코스, chapter 3)

οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος ὁ Κράσσος:? ἀνέῳκτο γὰρ ἡ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δ ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνεισε, καὶ τὸ προῖκα πολλῶν ἐγίνετο τόκων ἐπαχθέστερον. ἐν δὲ τοῖς δείπνοις ἡ μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, ἡ δ εὐτέλεια τὴν καθαριότητα καὶ τὴν φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε. παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰς πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα:

Ῥωμαίων ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐφυεστάτους ὑπερέβαλεν. οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ μικράν οὐδ εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαράσκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηϊού πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνεπλήρου τὴν συνηγορίαν. ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν.

οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος ὃν ἀσπασάμενον οὐκ ἀντιπροσηγόρευσεν ἐξ ὀνόματος, λέγεται δὲ καὶ πολυμαθὴς καθ ἱστορίαν γενέσθαι, καί τι καὶ φιλοσοφῆσαι τοῖς Ἀριστοτέλους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξανδρον, ἄνθρωπον εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα τὴν πρὸς Κράσσον συνήθειαν. οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως πότερον προσῆλθεν αὐτῷ πενέστερος ἢ προσελθὼν ἐγένετο.

μόνος γοῦν ἀεὶ τῶν φίλων αὐτῷ συναποδημῶν στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν καὶ τοῦτ ἐπανελθὼν ἀπῃτεῖτο. ἀλλὰ ταῦτα μὲν ὕστερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION