- 텍스트

Plutarch, Bruta animalia ratione uti, chapter, section 8

(플루타르코스, Bruta animalia ratione uti, chapter, section 8)

ὧν ἡμεῖς μὲν τὸ ἡδὺ μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολλῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι.? πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός:

ὅσα δὲ σαρκοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδ ἀφαιρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν: ἀλλ ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον πέφυκεν.

ὁ δ ἄνθρωπος ἐπὶ πάντα ταῖς ἡδοναῖς ὑπὸ λαιμαργίας ἐξαγόμενος καὶ πειρώμενος πάντων καὶ ἀπογευόμενος, ὡς οὐδέπω τὸ πρόσφορον καὶ οἰκεῖον ἐγνωκώς, μόνος γέγονε τῶν ὄντων παμφάγον.

καὶ σαρξὶ χρῆται πρῶτον ὑπ οὐδεμιᾶς ἀπορίας οὐδ ἀμηχανίας, ᾧ πάρεστιν ἀεὶ καθ ὡρ´αν ἄλλα ἐπ ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι καὶ λαμβάνοντι καὶ δρεπομένῳ μὴ κάμνειν διὰ πλῆθος:

ἀλλ ὑπὸ τρυφῆς καὶ κόρου τῶν ἀναγκαίων βρώσεις ἀνεπιτηδείους καὶ οὐ καθαρὰς σφαγαῖς ζῴων μετερχόμενος πολὺ τῶν ἀγριωτάτων θηρίων ὠμότερον.

αἷμα μὲν γὰρ καὶ φόνος καὶ σάρκες ἰκτίνῳ καὶ λύκῳ καὶ δράκοντι σιτίον οἰκεῖον, ἀνθρώπῳ δ ὄψον ἐστίν. ἔπειτα παντὶ γένει χρώμενος οὐχ ὡς,: τὰ θηρία τῶν πλείστων ἀπέχεται, ὀλίγοις δὲ πολεμεῖ διὰ τὴν τῆς τροφῆς ἀνάγκην ἀλλ οὔτε τι πτηνὸν οὔτε νηκτόν, ὡς ἔπος εἰπεῖν, οὔτε χερσαῖον ἐκπέφευγε τὰς ἡμέρους δὴ λεγομένας·

ὑμῶν καὶ φιλοξένους τραπέζας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION