호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν γεῦσιν ἀλλὰ διαβάλλει καὶ κατηγορεῖ τὴν φαυλότητα πρὶν ἢ βλαβῆναι τἄλλα δ οὐκ ἐνοχλεῖ, καθάπερ ὑμῖν, τὰ θυμιάματα καὶ κινάμωμα καὶ νάρδους καὶ φύλλα καὶ καλάμους Ἀραβικοὺς, μετὰ δεινῆς τινος καὶ δευσοποιοῦ φαρμακίδος τέχνης, μυρεψικῆς ὄνομα, συνάγειν εἰς ταὐτὸ καὶ συμφαγεῖν ἀναγκάζουσα, χρημάτων πολλῶν ἡδυπάθειαν ἄνανδρον καὶ κορασιώδη καὶ πρὸς οὐδὲν οὐδαμῶς χρήσιμον ὠνουμένους.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기