- 텍스트

Plutarch, Aemilius Paulus, chapter 24

(플루타르코스, Aemilius Paulus, chapter 24)

ἀεὶ μὲν οὖν λέγονται φιλοβασίλειοι Μακεδόνες, τότε δ ὡς ἐρείσματι κεκλασμένῳ πάντων ἅμα συμπεσόντων ἐγχειρίζοντες αὑτοὺς τῷ Αἰμιλίῳ δύο ἡμέραις ὅλης κύριον αὐτὸν κατέστησαν Μακεδονίας, καὶ δοκεῖ τοῦτο μαρτυρεῖν τοῖς εὐτυχίᾳ τινὶ τὰς πράξεις ἐκείνας γεγονέναι φάσκουσιν.? ἔτι δὲ καὶ τὸ περὶ τὴν θυσίαν σύμπτωμα δαιμόνιον ἦν ἐν Ἀμφιπόλει θύοντος τοῦ Αἰμιλίου καὶ τῶν ἱερῶν ἐνηργμένων κεραυνὸς ἐνσκήψας εἰς τὸν βωμὸν ἐπέφλεξε καὶ συγκαθήγισε τὴν ἱερουργίαν. ὑπερβάλλει δὲ θειότητι πάντως καὶ τύχῃ τὰ τῆς φήμης, ἦν μὲν γὰρ ἡμέρα τετάρτη νενικημένῳ Περσεῖ περὶ Πύδναν, ἐν δὲ τῇ Ῥώμῃ τοῦ δήμου θεωροῦντος ἱππικοὺς ἀγῶνας ἐξαίφνης ἐνέπεσε λόγος εἰς τὸ πρῶτον τοῦ θεάτρου μέρος ὡς Αἰμίλιος μεγάλῃ μάχῃ νενικηκὼς Περσέα καταστρέφοιτο σύμπασαν Μακεδονίαν.

ἐκ δὲ τούτου ταχὺ τῆς φήμης ἀναχεομένης εἰς τὸ πλῆθος ἐξέλαμψε χαρὰ μετὰ κρότου καὶ βοῆς τὴν ἡμέραν ἐκείνην κατασχοῦσα τὴν πόλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION