- 텍스트

Plutarch, Adversus Colotem, section 33

(플루타르코스, Adversus Colotem, section 33)

"ἐκ δὲ τῶν Ἐπικούρου λόγων καὶ δογμάτων οὐ λέγω τίς τυραννοκτόνος ἢ τίς ἀριστεὺς ἢ τίς νομοθέτης ἢ τίς ἄρχων ἢ βασιλέως σύμβουλος ἢ δήμου προστάτης ἢ βεβασανισμένος ὑπὲρ τῶν δικαίων ἢ τεθνηκώς:? "ἀλλὰ τίς τῶν σοφῶν ἔπλευσεν ὑπὲρ τῆς πατρίδος, ἐπρέσβευσεν, ἀνήλωσε ποῦ γέγραπται πολιτικὴ πρᾶξις ὑμῖν. καίτοι ὅτι Μητρόδωρος εἰς Πειραιᾶ κατέβη σταδίους τεσσαράκοντα Μιθρῇ τινι Σύρῳ τῶν βασιλικῶν συνειλημμένῳ βοηθήσων, πρὸς πάντας ἐγράφετο καὶ πάσας, πάσαις ἐπιστολαῖς μεγαληγοροῦντος Ἐπικούρου καὶ σεμνύνοντος ἐκείνην τὴν ὁδόν. τί οὖν εἴ τι τοιοῦτον ἐπέπρακτο αὐτοῖς οἱο῀ν Ἀριστοτέλει, τὴν πατρίδα κτίσαι διεφθαρμένην ὑπὸ Φιλίππου, Θεοφράστῳ δὲ δὶς ἐλευθερῶσαι τυραννουμένην· "οὐκ ἐπιλιπεῖν ἔδει πρότερον φέροντα βύβλους τὸν Νεῖλον ἢ τούτους ἀποκαμεῖν γράφοντας περὶ αὑτῶν· "καὶ οὐ τοῦτο δεινόν ἐστι, ὅτι τοσούτων ὄντων φιλοσόφων μόνοι σχεδὸν ἀσύμβολοι τῶν ἐν ταῖς πόλεσιν ἀγαθῶν κοινωνοῦσιν ἀλλ ὅτι καὶ τραγῳδιῶν ποιηταὶ καὶ κωμῳδιῶν ἀεί τι πειρῶνται χρήσιμον παρέχεσθαι καὶ λέγειν ὑπὲρ νόμων καὶ πολιτείας: "οὗτοι δέ, κἂν γράφωσι, γράφουσι περὶ πολιτείας ἵνα μὴ πολιτευώμεθα, καὶ περὶ ῥητορικῆς ἵνα μὴ ῥητορεύωμεν, καὶ περὶ βασιλείας ἵνα φεύγωμεν τὸ συμβιοῦν βασιλεῦσι τοὺς δὲ πολιτικοὺς ἄνδρας ἐπὶ γέλωτι καὶ καταλύσει τῆς δόξης ὀνομάζουσιν, ὡς τὸν Ἐπαμεινώνδαν ἐσχηκέναι τι λέγοντες ἀγαθὸν καὶ τοῦτο δὲ μικκόν, οὑτωσὶ τῷ ῥήματι φράζοντες, αὐτὸν δὲ σιδηροῦν σπλάγχνον ἀποκαλοῦντες καὶ πυνθανόμενοι τί παθὼν ἐβάδιζε διὰ τῆς Πελοποννήσου μέσης καὶ οὐ πιλίδιον ἔχων οἴκοι καθῆτο δηλαδὴ περὶ τὴν τῆς γαστρὸς ἐπιμέλειαν ὅλος καθεστώς ἃ δὲ Μητρόδωρος ἐν τῷ περὶ Φιλοσοφίας ἐξορχούμενος πολιτείαν γέγραφεν οὐκ ᾤμην δεῖν παρεῖναι λέγει δέ, ὅτι τῶν σοφῶν τινες ὑπὸ δαψιλείας τύφου οὕτω καλῶς συνεῖδον τοὔργον αὐτῆς, ὥστ οἴχονται φερόμενοι πρὸς τὰς αὐτὰς Λυκούργῳ καὶ Σόλωνι ἐπιθυμίας κατὰ τοὺς περὶ βίων λόγους καὶ ἀρετῆς. τῦφος οὖν ἦν καὶ δαψίλεια τύφου τὸ ἐλευθέρας εἶναι τὰς Ἀθήνας καὶ τήν Σπάρτην εὐνομεῖσθαι καὶ τοὺς νέους μὴ θρασύνεσθαι, μηδ ἐξ ἑταιρῶν παιδοποιεῖσθαι μηδὲ πλοῦτον καὶ τρυφὴν καὶ ἀσέλγειαν ἄρχειν ἀλλὰ νόμον καὶ δικαιοσύνην ἐν ταῖς πόλεσιν αὗται γὰρ ἦσαν ἐπιθυμίαι Σόλωνος. "καὶ λοιδορῶν ὁ Μητρόδωρος ἐπιλέγει τοῖς εἰρημένοις διὸ καὶ καλῶς ἔχει τὸν ἐλεύθερον ὡς ἀληθῶς γέλωτα γελάσαι ἐπί τε δὴ πᾶσιν ἀνθρώποις καὶ ἐπὶ τοῖς Λυκούργοις τούτοις καὶ Σόλωσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION