호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλ ἵνα τἄλλα ἐάσω, τί μᾶλλον ἐναργὲς οὕτως ἐστὶ καὶ πεπιστευμένον, ὡς τὸ παρορᾶν καὶ παρακούειν ἐν πάθεσιν ἐκστατικοῖς καὶ μελαγχολικοῖς ὄντα, ὅταν ἡ διάνοια τοιαῦτα πάσχῃ καὶ ταράττηται αἳ δέ με δᾳδοφόροι μελανείμονες ὄμμα πυροῦσι καὶ ἔχουσα·? "ταῦτα μέντοι καὶ πολλὰ τούτων ἕτερα τραγικώτερα τοῖς Ἐμπεδοκλέους ἐοικότα τεράσμασιν, ὧν καταγελῶσιν, εἱλίποδ ἀκριτόχειρα καὶ βουγενῆ ἀνδρόπρωρα , καὶ τίνα γὰρ οὐκ ὄψιν ἢ φύσιν ἔκφυλον εἰς ταὐτὸ συνενεγκόντες ἐκ τῶν ἐνυπνίων καὶ τῶν παρακοπῶν οὐδὲν εἶναί φασι παρόραμα τούτων οὐδὲ ψεῦδος οὐδ ἀσύστατον, ἀλλὰ φαντασίας ἀληθεῖς ἁπάσας καὶ σώματα καὶ μορφὰς ἐκ τοῦ περιέχοντος ἀφικνουμένας. "εἶτ ἔστι τί τῶν ὄντων ἀδύνατον ἀπιστεῖν, εἰ ταῦτα πιστεύεσθαι δυνατόν ἐστιν· "ἃ γὰρ οὐδεὶς σκευοποιὸς ἢ πλάστης θαυμάτων ἢ γραφεὺς δεινὸς ἐτόλμησε μῖξαι πρὸς ἀπάτην εἰκάσματα καὶ παίγνια, ταῦθ ὑπάρχειν ἀπὸ σπουδῆς τιθέμενοι, μᾶλλον δ ὅλως, εἰ ταῦτα μὴ ὑπάρχοι, πίστιν οἴχεσθαι καὶ βεβαιότητα καὶ κρίσιν ἀληθείας φάσκοντες αὐτοὶ καταβάλλουσιν εἰς ἀσάφειαν πάντα πράγματα καὶ ταῖς κρίσεσι φόβους καὶ ταῖς πράξεσιν ὑποψίας ἐπάγουσιν, εἰ τὰ πραττόμενα καὶ νομιζόμενα καὶ συνήθη καὶ ἀνὰ χεῖρας ἡμῖν ἐπὶ τῆς: "αὐτῆς φαντασίας καὶ πίστεως ὀχεῖται τοῖς μανι κοῖς καὶ ἀτόποις καὶ παρανόμοις ἐκείνοις φάσμασιν. "ἡ. γὰρ ἰσότης, ἣν ὑποτίθενται πᾶσι, τῶν νενομισμένων ἀφίστησι μᾶλλον ἢ προστίθησι τοῖς παραλόγοις τὴν πίστιν. "ὅθεν ἴσμεν οὐκ ὀλίγους τῶν φιλοσόφων ἥδιον ἂν θεμένους τὸ μηδεμίαν ἢ τὸ πάσας ἀληθεῖς εἶναι τὰς φαντασίας, καὶ μᾶλλον ἂν οἷς οὐ παρατυγχάνουσι διαπιστήσαντας ἀνθρώποις καὶ πράγμασι καὶ λόγοις ἁπλῶς ἅπασιν ἢ μίαν ἐκείνων ἀληθῆ καὶ ὑπάρχουσαν εἶναι φαντασίαν πεισθέντας, ἃς λυττῶντες ἢ κορυβαντιῶντες ἢ κοιμώμενοι λαμβάνουσιν. "ἃ τοίνυν ἔστι μὲν ἀναιρεῖν, ἔστι δ ὡς οὐκ ἔστιν ἐπέχειν περὶ αὐτῶν, εἰ μηδὲν ἄλλο, τήν γε διαφωνίαν ταύτην λαβόντας αἰτίαν ἀποχρῶσαν ὑπονοίας πρὸς τὰ πράγματα καὶ οὐδ οὕτως· "ὑγιὲς οὐδέν, ἀσάφειαν δὲ καὶ ταραχὴν ἔχοντα πᾶσαν. "ταῖς μέν γε περὶ κόσμων ἀπειρίαις καὶ ἀτόμων φύσεως καὶ ἀμερῶν καὶ παρεγκλίσεων διαφοραῖς, εἰ καὶ πάνυ πολλοὺς διαταράττουσιν, ἔνεστιν ὅμως παραμυθία, τὸ μηδὲν ἐγγὺς εἶναι, μᾶλλον δ ὅλως ἐπέκεινα τῆς αἰσθήσεως ἀπῳκίσθαι τῶν ζητουμένων ἕκαστον: "ἡ δ ἐν ὀφθαλμοῖς αὕτη καὶ ἀκοαῖς καὶ χερσὶν ἀπιστία καὶ ἄγνοια καὶ ταραχὴ περὶ τὰ αἰσθητὰ καὶ τὰς φαντασίας, εἴτ ἀληθεῖς εἰσιν εἴτε ψευδεῖς, τίνα δόξαν οὐ σαλεύει· "ποίαν δ οὐκ ἄνω καὶ κάτω ποιεῖ συγκατάθεσιν καὶ κρίσιν· "εἰ γὰρ οὐ κραιπαλῶντες οὐδὲ φαρμακῶντες ἄνθρωποι καὶ παρακόπτοντες, ἀλλὰ νήφοντες καὶ ὑγιαίνοντες καὶ γράφοντες περὶ ἀληθείας καὶ κανόνων καὶ κριτηρίων, ἐν τοῖς ἐναργεστάτοις πάθεσι καὶ κινήμασι τῆς αἰσθήσεως ἢ τὸ ἀνύπαρκτον ἀληθὲς ἢ ψεῦδος καὶ ἀνύπαρκτον ἡγοῦνται τἀληθές, οὐκ εἰ περὶ πάντων ἡσυχάζουσιν, ἀλλ εἴ τισιν ὅλως ἀνθρώποις συγκατατίθενται, θαυμάζειν ἄξιον: "οὐδ ἄπιστον, εἰ μηδεμίαν κρίσιν ἔχουσι περὶ τῶν φαινομένων, ἀλλ εἰ τὰς ἐναντίας ἔχουσι. "τοῦ γὰρ ἐναντία λέγειν ἀλλήλοις καὶ ἀντικείμενα τὸ μὴ τιθέναι μηδέτερον, ἀλλ ἐπέχειν περὶ τῶν ἀντικειμένων, ἧττον ἄν τις θαυμάσειεν: "ὁ γὰρ μήτε τιθεὶς μήτ ἀρνούμενος ἀλλ ἡσυχάζων καὶ τῷ τιθέντι τὴν δόξαν ἧττον μάχεται τοῦ ἀρνουμένου καὶ τῷ ἀρνουμένῳ τοῦ τιθέντος εἰ δὲ περὶ τούτων δυνατόν ἐστιν ἐπέχειν, οὐδὲ περὶ τῶν ἄλλων ἀδύνατον, κατὰ γ ὑμᾶς, αἴσθησιν αἰσθήσεως καὶ φαντασίαν φαντασίας οὐδ ὁτιοῦν διαφέρειν ἡγουμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기