호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλὰ διδόντες αὐτῷ τὸ μηδὲν οὕτως ἄχρηστον εἶναι μηδὲ φορτικὸν ὡς τὸ ζητεῖν αὑτόν, ἐρώμεθα τίς αὕτη τοῦ βίου σύγχυσίς ἐστιν ἢ πῶς ἐν τῷ ζῆν οὐ δύναται διαμένειν ἀνήρ, ὅτε τύχοι, πρὸς ἑαυτὸν ἀναλογιζόμενος φέρε, τίς ὢν οὗτος ὁ ἐγὼ τυγχάνω·? "πότερον ὡς κρᾶμά τι μεμιγμένον ἔκ τε τῆς ψυχῆς καὶ τοῦ σώματος: "ἢ μᾶλλον ἡ ψυχὴ τῷ σώματι χρωμένη, καθάπερ ἱππεὺς ἀνὴρ ἵππῳ χρώμενος, οὐ τὸ ἐξ ἵππου καὶ ἀνδρός· "ἢ τῆς ψυχῆς τὸ κυριώτατον, ᾧ φρονοῦμεν καὶ λογιζόμεθα καὶ πράττομεν, ἕκαστος ἡμῶν ἐστι, τὰ δὲ λοιπὰ καὶ ψυχῆς μόρια πάντα καὶ σώματος ὄργανα τῆς τούτου δυνάμεως· "ἢ τὸ παράπαν οὐκ ἔστιν οὐσία ψυχῆς ἀλλ αὐτὸ τὸ σῶμα κεκραμένον ἔσχηκε τὴν τοῦ φρονεῖν καὶ ζῆν δύναμιν· "ἀλλὰ τούτοις μὲν οὐκ ἀναιρεῖ τὸν βίον ὁ Σωκράτης, ἃ δὴ πάντες οἱ φυσικοὶ ζητοῦσιν: "ἐκεῖνα δ ἦν τὰ ἐν Φαίδρῳ δεινὰ καὶ ταρακτικὰ τῶν πραγμάτων, αὑτὸν οἰομένου δεῖν ἀναθεωρεῖν, εἴτε Τυφῶνός ἐστι θηρίον πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον εἴτε θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον ἀλλὰ τούτοις γε τοῖς ἐπιλογισμοῖς οὐ τὸν βίον ἀνῄρει, τὴν δ ἐμβροντησίαν ἐκ τοῦ βίου καὶ τὸν τῦφον ἐξήλαυνε καὶ τὰς ἐπαχθεῖς καὶ ὑπερόγκους κατοιήσεις καὶ μεγαλαυχίας: "ταῦτα γὰρ ὁ Τυφών ἐστιν, ὃν πολὺν ὑμῖν ἐνεποίησεν ὁ καθηγεμὼν καὶ θεοῖς πολεμῶν καὶ θείοις ἀνδράσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기