- 텍스트

Plutarch, Adversus Colotem, section 18

(플루타르코스, Adversus Colotem, section 18)

"τοιαῦτα μέντοι ῥήματα καὶ κινήματα καὶ πάθη συνειδότες αὑτοῖς ἑτέρους φορτικοὺς ἀποκαλοῦσι.? "καὶ δῆτα καὶ προθεὶς ὁ Κωλώτης τὰ σοφὰ ταῦτα : "καὶ καλὰ περὶ τῶν αἰσθήσεων, ὅτι σιτία προσαγόμεθα καὶ οὐ χόρτον, καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, πλοίοις διαπερῶμεν, ὅταν δ εὐδιάβατοι γένωνται, τοῖς ποσίν, ἐπιπεφώνηκεν ἀλλὰ γὰρ ἀλαζόνας ἐπετήδευσας λόγους, ὦ Σώκρατες καὶ ἕτερα μὲν διελέγου τοῖς ἐντυγχάνουσιν ἕτερα δ ἔπραττες. "πῶς γὰρ οὐκ ἀλαζόνες οἱ Σωκράτους λόγοι, μηδὲν αὐτοῦ εἰδέναι φάσκοντος ἀλλὰ μανθάνειν ἀεὶ καὶ ζητεῖν τἀληθές· "εἰ δὲ τοιαύταις, ὦ Κωλῶτα, Σωκράτους φωναῖς περιέπεσες, οἱάς Ἐπίκουρος γράφει πρὸς Ἰδομενέα πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καί τέκνων: "οὕτω γάρ μοι λέγειν ἐπέρχεται τίσιν ἂν ῥήμασιν ἀγροικοτέροις ἐχρήσω· "καὶ μὴν ὅτι Σωκράτης ἄλλα μὲν ἔλεγεν ἄλλα δ ἔπραττε, θαυμαστῶς μαρτυρεῖ σοι τὰ ἐπὶ Δηλίῳ τὰ ἐν Ποτιδαίᾳ τὰ ἐπὶ τῶν τριάκοντα τὰ πρὸς Ἀρχέλαον τὰ πρὸς τὸν δῆμον ἡ πενία ὁ θάνατος: "οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων. "ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος ἕτερα μὲν λέγοντος ἕτερα δὲ πράττοντος, εἰ τὸ ἡδέως ζῆν τέλος ἐκθέμενος οὕτως ἐβίωσε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION