호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον, εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην, καθ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα ταῖς οὐσίαις ἐστίν, ὡς λέγουσι καὶ τὰς ἀτόμους ἀπαθείᾳ καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γιγνόμενα καὶ ἀπολλύμεν εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιέχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἅτε δὴ καὶ τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆξαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυναμένων ὥσπερ αὐτοὶ λέγουσιν:? "ἀλλ ἔστι μὲν ἐν τοῖς πράγμασιν ἡ τοιαύτη διαφορὰ τῆς οὐσίας: "σοφώτερος δὲ τοῦ Πλάτωνος ὁ Ἐπίκουρος, πάνθ ὁμοίως ὄντα προσαγορεύει, τὸ ἀναφὲς κενόν, τὸ ἀντερεῖδον σῶμα, τὰς ἀρχάς, τὰ συγκρίματα κοινῆς ναὶ μὰ Δί ἡγούμενος οὐσίας μετέχειν τὸ ἀίδιον τῷ γιγνομένῳ, τὸ ἀνώλεθρον τῷ φθειρομένῳ, τὰς ἀπαθεῖς καὶ διαρκεῖς καὶ ἀμεταβλήτους καὶ μηδέποτε τοῦ εἶναι δυναμένας ἐκπεσεῖν φύσεις ταύταις ὧν ἐν τῷ πάσχειν καὶ μεταβάλλειν τὸ εἶναι, ταῖς μηδένα χρόνον ὡσαύτως· "ἐχούσαις. "εἰ δὲ δὴ καὶ ὡς ἔνι μάλιστα διήμαρτε τούτοις ὁ Πλάτων, ὀνομάτων ὤφειλε συγχύσεως εὐθύνας ὑπέχειν τοῖς ἀκριβέστερον ἑλληνίζουσι τούτοις καὶ καθαρώτερον διαλεγομένοις, οὐχ ὡς ἀναιρῶν τὰ πράγματα καὶ τοῦ ζῆν ἐξάγων ἡμᾶς αἰτίαν ἔχειν, ὅτι τὰ γιγνόμενα οὐκ ὄντα, καθάπερ οὗτοι, προσηγόρευσεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기