호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"πῶς οὖν ἀπολείπουσι φύσιν καὶ ψυχὴν καὶ ζῷον·? "ὡς ὁρ´κον ὡς εὐχὴν ὡς θυσίαν ὡς προσκύνησιν, ῥήματι καὶ λόγῳ καὶ τῷ φάναι καὶ προσποιεῖσθαι καὶ ὀνομάζειν, ἃ ταῖς ἀρχαῖς καὶ τοῖς δόγμασιν ἀναιροῦσιν. "εἰ δὲ δὴ τὸ πεφυκὸς αὐτὸ φύσιν καὶ τὸ γεγονὸς γένεσιν ὀνομάζουσιν, ὥσπερ οἱ ξυλείαν τὰ ξύλα καὶ συμφωνίαν καλοῦντες ἐκφορικῶς τὰ συμφωνοῦντα, πόθεν ἐπῆλθεν αὐτῷ τοιαῦτα προβάλλειν ἐρωτήματα τῷ Ἐμπεδοκλεῖ· "τί κόπτομεν φησὶν ἡμᾶς αὐτούς, σπουδάζοντες ὑπὲρ ἡμῶν αὐτῶν καὶ ὀρεγόμενοί τινων πραγμάτων καὶ φυλαττόμενοί τινα πράγματα· "οὔτε γὰρ ἡμεῖς ἐσμεν οὔτ ἄλλοις χρώμενοι ζῶμεν ἀλλὰ θάρρει, φαίη τις ἄν, ὦ φίλον Κωλωτάριον, οὐδείς σε κωλύει σπουδάζειν ὑπὲρ σεαυτοῦ, διδάσκων ὅτι Κωλώτου φύσις αὐτὸς ὁ Κωλώτης ἐστὶν ἄλλο δ οὐδέν, οὐδὲ χρῆσθαι τοῖς πράγμασι τὰ δὲ πράγματα ὑμῖν ἡδοναὶ εἰσιν ὑποδεικνύων, ὡς οὐκ ἔστιν ἀμήτων φύσις οὐδ ὀσμῶν οὐδὲ πλησιάσεως, ἄμητες δ εἰσὶ καὶ μύρα καὶ γυναῖκες ὁ γραμματικός, τόβίην Ἡρακληείην αὐτὸν εἶναι τὸν Ἡρακλέα, ἀναιρεῖ τὸν Ἡρακλέα, οὐδ οἱ τὰς συμφωνίας καὶ τὰς δοκώσεις ἐκφορὰς μόνον εἶναι φάσκοντες οὐχὶ καὶ φθόγγους καὶ δοκοὺς ὑπάρχειν λέγουσιν: "ὅπου καὶ ψυχὴν τινες ἀναιροῦντες καὶ φρόνησιν οὔτε τὸ ζῆν ἀναιρεῖν οὔτε τὸ φρονεῖν δοκοῦσιν. "Ἐπικούρου δὲ λέγοντος ἡ τῶν ὄντων φύσις σώματά ἐστι καὶ τόπος, πότερον οὕτως ἀκούομεν, ὡς ἄλλο τι τὴν φύσιν παρὰ τὰ ὄντα βουλομένου λέγειν, ἢ τὰ ὄντα δηλοῦντος ἕτερον δὲ μηδέν· "ὥσπερ ἀμέλει καὶ κενοῦ φύσιν αὐτὸ τὸ κενόν, καὶ νὴ Δία τὸ πᾶν παντὸς φύσιν ὀνομάζειν εἰώθε. "κἂν εἴ τις ἔροιτο τί λέγεις, ὦ Ἐπίκουρε, τὸ μέν τι κενὸν εἶναι τὸ δὲ φύσιν κενοῦ· "μὰ Δία φήσει, νενόμισται δέ πως ἡ τοιαύτη τῶν ὀνομάτων ὁμιλία, νόμῳ δ ἐπίφημι καὶ αὐτὸς τί οὖν ἕτερον ὁ Ἐμπεδοκλῆς πεποίηκε νὴ Δία διδάξας, ὅτι φύσις παρὰ τὸ φυόμενον οὐδέν ἐστιν οὐδὲ θάνατος παρὰ, τὸ θνῆσκον· "ἀλλ ὥσπερ οἱ ποιηταὶ πολλάκις ἀνειδωλοποιοῦντες λέγουσιν ἐν δ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ ὀλοὴ Κήρ, οὕτω γένεσίν τινα καὶ φθορὰν καλοῦσιν οἱ πολλοὶ ἐπὶ τοῖς συνισταμένοις καὶ διαλυομένοις. "τοσοῦτον ἐδέησε τοῦ κινεῖν τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μηδὲ τὴν φωνὴν ἐκβαλεῖν ἐκ τῆς συνηθείας, ἀλλ ὅσον εἰς τὰ πράγματα βλάπτουσαν ἀπάτην παρεῖχεν ἀφελὼν, αὖθις ἀποδοῦναι τοῖς ὀνόμασι τὸ νενομισμένον ἐν τούτοις οἱ δ ὅ τι κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρος ἵκῃ ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων ἠὲ κατ οἰωνῶν, τότε μὲν τὸν γενέσθαι: "εὖτε δ ἀποκρινθῶσι, τὸ δ αὖ δυσδαίμονα πότμον είκαίως καλέουσι νόμῳ δ ἐπίφημι καὶ αὐτός. ἃ ὁ Κωλώτης παραθέμενος οὐ συνεῖδεν, ὅτι φῶτας μὲν καὶ θῆρας καὶ θάμνους καὶ οἰωνοὺς ὁ Ἐμπεδοκλῆς οὐκ ἀνῄρηκεν, ἅ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι τοὺς δὲ τῇ συγκρίσει ταύτῃ καὶ διακρίσει φύσιν τινὰ καὶ πότμον δυσδαίμονα καὶ θάνατον ἀλοίτην ἐπικατηγοροῦντας, σφάλλονται διδάξας, οὐκ ἀφείλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기