호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἆρ οὖν ἐνταῦθα μόνον ὁ γενναῖος ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων ἀναπέφηνεν·? "οὐ μὲν οὖν: "ἀλλ ἔτι μᾶλλον ἐν τῷ δευτέρῳ τῶν ἐπιτιμημάτων λέληθε τῷ Δημοκρίτῳ τὸν Ἐπίκουρον ἐκ τοῦ ζῆν συνεξωθῶν. τὸ γὰρ νόμῳ χροιὴν εἶναι καὶ νόμῳ γλυκὺ καὶ νόμῳ σύγκρισιν, ἐτεῇ δὲ τὸ κενὸν καὶ τὰς ἀτόμους εἰρημένον φησὶν ὑπὸ Δημοκρίτου μάχεσθαι ταῖς αἰσθήσεσι, καὶ τὸν ἐμμένοντα τῷ λόγῳ τούτῳ καὶ χρώμενον οὐδ ἂν αὑτὸν, ὡς τεθνηκώς· "ἐστιν ἢ ζῇ, διανοηθῆναι. "πρὸς τοῦτον ἀντειπεῖν μὲν οὐδὲν ἔχω τὸν λόγον, εἰπεῖν δέ, ὅτι ταῦτα τῶν Ἐπικούρου δογμάτων οὕτως ἀχώριστά ἐστιν, ὡς τὸ σχῆμα καὶ τὸ βάρος αὐτοὶ τῆς ἀτόμου λέγουσι. "τί γὰρ λέγει Δημόκριτος· "οὐσίας ἀπείρους τὸ πλῆθος ἀτόμους τε καὶ ἀδιαφθόρους, ἔτι δ ἀποίους καὶ ἀπαθεῖς ἐν τῷ κενῷ φέρεσθαι διεσπαρμένας ὅταν δὲ πελάσωσιν ἀλλήλαις ἢ συμπέσωσιν ἢ περιπλακῶσι, φαίνεσθαι τῶν ἀθροιζομένων τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ τὸ δὲ φυτὸν τὸ δ ἄνθρωπον: "εἶναι δὲ πάντα τὰς ἀτόμους ἰδίως ὑπ αὐτοῦ καλουμένας, ἕτερον δὲ μηδέν: "ἐκ μὲν γὰρ τοῦ μὴ ὄντος οὐκ εἶναι γένεσιν, ἐκ δὲ τῶν ὄντων μηδὲν ἂν γενέσθαι τῷ μήτε πάσχειν μήτε μεταβάλλειν τὰς ἀτόμους ὑπὸ στερρότητος ὅθεν οὔτε χρόαν ἐξ ἀχρώστων οὔτε φύσιν ἢ ψυχὴν ἐξ ἀποίων καὶ ἀπαθῶν ὑπάρχειν. "ἐγκλητέος οὖν ὁ Δημόκριτος οὐχὶ τὰ συμβαίνοντα ταῖς ἀρχαῖς ὁμολογῶν ἀλλὰ λαμβάνων ἀρχὰς αἷς ταῦτα συμβέβηκεν. "ἔδει γὰρ ἀμετάβλητα μὴ θέσθαι τὰ πρῶτα, θέμενον δὲ δὴ συνορᾶν ὅτι ποιότητος οἴχεται πάσης γένεσις: "ἀρνεῖσθαι δὲ συνορῶντα τὴν ἀτοπίαν ἀναισχυντότατον: "ὃ Ἐπίκουρόν φησιν ἀρχὰς μὲν ὑποτίθεσθαι τὰς αὐτάς, οὐ λέγειν δὲ νόμῳ χροιὴν καὶ γλυκὺ καὶ λευκόν καὶ τὰς ἄλλας ποιότητας. "εἰ μὲν οὖν τὸ οὐ λέγειν τοιοῦτον ἐστίν οἱο῀νοὐχ ὁμολογεῖν, τῶν εἰθισμένων τι ποιεῖ: "καὶ γὰρ τὴν πρόνοιαν ἀναιρῶν εὐσέβειαν ἀπολείπειν λέγει: "καὶ τῆς ἡδονῆς ἕνεκα τὴν φιλίαν αἱρούμενος ὑπὲρ τῶν φίλων τὰς μεγίστας ἀλγηδόνας ἀναδέχεσθαι: "καὶ τὸ μὲν πᾶν ἄπειρον ὑποτίθεσθαι, τὸ δ ἄνω καὶ κάτω μὴ ἀναιρεῖν. ἔστι δ οὓς κύλικα μὲν λαβόντα καὶ πιεῖν ὅσον ἂν ἐθέλῃ καὶ ἀποδοῦναι τὸ λεῖπον, ἐν δὲ τῷ λόγῳ μάλιστα δεῖ τοῦ σοφοῦ τούτου μνημονεύειν ἀποφθέγματος ὧν αἱ ἀρχαὶ οὐκ ἀναγκαῖαι, τὰ τέλη ἀναγκαῖαι οὐκ οὖν ἀναγκαῖον ὑποθέσθαι, μᾶλλον δ ὑφελέσθαι Δημοκρίτου, ἀτόμους εἶναι τῶν ὅλων ἀρχάς: "θεμένῳ δὲ τὸ δόγμα καὶ καλλωπισαμένῳ ταῖς πρώταις πιθανότησιν αὐτοῦ προσεκποτέον ἐστὶ τὸ δυσχερές, ἢ δεικτέον ὅπως ἄποια σώματα παντοδαπὰς ποιότητας αὐτῷ μόνῳ τῷ συνελθεῖν παρέσχεν. "οἱο῀ν εὐθύς, τὸ καλούμενον θερμὸν ὑμῖν πόθεν ἀφῖκται καὶ πῶς ἐπιγέγονε ταῖς ἀτόμοις, ἂν μήτ ἦλθον ἔχουσαι θερμότητα μήτ ἐγένοντο θερμαὶ συνελθοῦσαι· "τὸ μὲν γὰρ ἔχοντος ποιότητα τὸ δὲ πάσχειν πεφυκότος, οὐδέτερον δὲ ταῖς ἀτόμοις ὑπάρχειν φατὲ προσῆκον εἶναι διὰ τὴν ἀφθαρσίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기