- 텍스트

Plutarch, Adversus Colotem, section 5

(플루타르코스, Adversus Colotem, section 5)

"αἱ δὲ πολυθρύλητοι συμμετρίαι καὶ ἁρμονίαι τῶν περὶ τὰ αἰσθητήρια πόρων αἵ τε πολυμιξίαι τῶν σπερμάτων, ἃ δὴ πᾶσι χυμοῖς καὶ ὀσμαῖς καὶ χρόαις ἐνδιεσπαρμένα λέγουσιν ἑτέραν ἑτέρῳ ποιότητος κινεῖν αἴσθησιν, οὐκ ἄντικρυς εἰς τὸ μὴ μᾶλλον τὰ πράγματα συνελαύνουσιν αὐτοῖς·? "τοὺς γὰρ οἰομένους ψεύδεσθαι τὴν αἴσθησιν, ὅτι τἀναντία πάθη γιγνόμενα τοῖς χρωμένοις ἀπὸ τῶν αὐτῶν ὁρῶσι, παραμυθούμενοι διδάσκουσιν, ὡς ἀναπεφυρμένων καὶ συμμεμιγμένων ὁμοῦ τι πάντων, ἄλλου δ ἄλλῳ πεφυκότος ἐναρμόττειν, οὐκ ἔστι τῆς αὐτῆς ποιότητος ἐπαφὴ καὶ ἀντίληψις οὐδὲ πᾶσι τοῖς μέρεσι κινεῖ πάντας ὡσαύτως τὸ ὑποκείμενον: "ἀλλ ἐκείνοις ἕκαστοι μόνοις ἐντυγχάνοντες, πρὸς ἃ σύμμετρον ἔχουσι τὴν αἴσθησιν, οὐκ ὀρθῶς διαμάχονται περὶ τοῦ χρηστὸν ἢ πονηρὸν ἢ λευκὸν ἢ μὴ λευκὸν εἶναι τὸ πρᾶγμα, τὰς αὑτῶν οἰόμενοι βεβαιοῦν αἰσθήσεις τῷ τὰς ἄλλων ἀναιρεῖν: "δεῖν δ αἰσθήσει μὲν μηδεμιᾷ μάχεσθαι πᾶσαι γὰρ ἅπτονταί τινος, οἱο῀ν ἐκ πηγῆς τῆς πολυμιξίας ἑκάστη λαμβάνουσα τὸ πρόσφορον καὶ οἰκεῖον: "ὅλου δὲ μὴ κατηγορεῖν, ἁπτομένους μερῶν, μηδὲ ταὐτὸ δεῖν οἰέσθαι πάσχειν ἅπαντας, ἄλλους κατ ἄλλην ποιότητα καὶ δύναμιν αὐτοῦ πάσχοντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION