호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεί, εἴ τισ αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι ἢ πτηνὸσ γενόμενοσ ἀνάπτοιτο, κατιδεῖν <ἂν> ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆσ θαλάττησ ἰχθύεσ ἀνακύπτοντεσ ὁρῶσι τὰ ἐνθάδε, οὕτωσ ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν, καὶ εἰ ἡ φύσισ ἱκανὴ εἰή ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνόσ ἐστιν ὁ ἀληθῶσ οὐρανὸσ καὶ τὸ ἀληθινὸν φῶσ καὶ ἡ ὡσ ἀληθῶσ γῆ. ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ ἅπασ ὁ τόποσ ὁ ἐνθάδε διεφθαρμένα ἐστὶν καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆσ ἅλμησ, καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον ὡσ ἔποσ εἰπεῖν οὐδέν ἐστι, σήραγγεσ δὲ καὶ ἄμμοσ καὶ πηλὸσ ἀμήχανοσ καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ ἡ γῆ ᾖ, καὶ πρὸσ τὰ παρ’ ἡμῖν κάλλη κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기