호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τόδε γ’, ἔφη, ὦ ἄνδρεσ, δίκαιον διανοηθῆναι, ὅτι, εἴπερ ἡ ψυχὴ ἀθάνατοσ, ἐπιμελείασ δὴ δεῖται οὐχ ὑπὲρ τοῦ χρόνου τούτου μόνον ἐν ᾧ καλοῦμεν τὸ ζῆν, ἀλλ’ ὑπὲρ τοῦ παντόσ, καὶ ὁ κίνδυνοσ νῦν δὴ καὶ δόξειεν ἂν δεινὸσ εἶναι, εἴ τισ αὐτῆσ ἀμελήσει. εἰ μὲν γὰρ ἦν ὁ θάνατοσ τοῦ παντὸσ ἀπαλλαγή, ἑρ́μαιον ἂν ἦν τοῖσ κακοῖσ ἀποθανοῦσι τοῦ τε σώματοσ ἅμ’ ἀπηλλάχθαι καὶ τῆσ αὑτῶν κακίασ μετὰ τῆσ ψυχῆσ· νῦν δ’ ἐπειδὴ ἀθάνατοσ φαίνεται οὖσα, οὐδεμία ἂν εἰή αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡσ βελτίστην τε καὶ φρονιμωτάτην γενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기