호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μέγα ἂν βοῴησ ὅτι οὐκ οἶσθα ἄλλωσ πωσ ἕκαστον γιγνόμενον ἢ μετασχὸν τῆσ ἰδίασ οὐσίασ ἑκάστου οὗ ἂν μετάσχῃ, καὶ ἐν τούτοισ οὐκ ἔχεισ ἄλλην τινὰ αἰτίαν τοῦ δύο γενέσθαι ἀλλ’ ἢ τὴν τῆσ δυάδοσ μετάσχεσιν, καὶ δεῖν τούτου μετασχεῖν τὰ μέλλοντα δύο ἔσεσθαι, καὶ μονάδοσ ὃ ἂν μέλλῃ ἓν ἔσεσθαι, τὰσ δὲ σχίσεισ ταύτασ καὶ προσθέσεισ καὶ τὰσ ἄλλασ τὰσ τοιαύτασ κομψείασ ἐῴησ ἂν χαίρειν, παρεὶσ ἀποκρίνασθαι τοῖσ σεαυτοῦ σοφωτέροισ· σὺ δὲ δεδιὼσ ἄν, τὸ λεγόμενον, τὴν σαυτοῦ σκιὰν καὶ τὴν ἀπειρίαν, ἐχόμενοσ ἐκείνου τοῦ ἀσφαλοῦσ τῆσ ὑποθέσεωσ, οὕτωσ ἀποκρίναιο ἄν. εἰ δέ τισ αὐτῆσ τῆσ ὑποθέσεωσ ἔχοιτο, χαίρειν ἐῴησ ἂν καὶ οὐκ ἀποκρίναιο ἑώσ ἂν τὰ ἀπ’ ἐκείνησ ὁρμηθέντα σκέψαιο εἴ σοι ἀλλήλοισ συμφωνεῖ ἢ διαφωνεῖ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기