호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐννοεῖσ οὖν, ἔφη, ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωποσ, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ σῶμα, καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾧ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺσ τούτων οὐδὲν πέπονθεν, ἀλλ’ ἐπιεικῶσ συχνὸν ἐπιμένει χρόνον, ἐὰν μέν τισ καὶ χαριέντωσ ἔχων τὸ σῶμα τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὡρ́ᾳ, καὶ πάνυ μάλα· συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθέν, ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντεσ, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον, ἔνια δὲ μέρη τοῦ σώματοσ, καὶ ἂν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα, ὅμωσ ὡσ ἔποσ εἰπεῖν ἀθάνατά ἐστιν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기