호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ γὰρ μὴ ἀγανακτεῖν τοὺσ φρονιμωτάτουσ ἐκ ταύτησ τῆσ θεραπείασ ἀπιόντασ, ἐν ᾗ ἐπιστατοῦσιν αὐτῶν οἵπερ ἄριστοί εἰσιν τῶν ὄντων ἐπιστάται, θεοί, οὐκ ἔχει λόγον· οὐ γάρ που αὐτόσ γε αὑτοῦ οἰέται ἄμεινον ἐπιμελήσεσθαι ἐλεύθεροσ γενόμενοσ. ἀλλ’ ἀνόητοσ μὲν ἄνθρωποσ τάχ’ ἂν οἰηθείη ταῦτα, φευκτέον εἶναι ἀπὸ τοῦ δεσπότου, καὶ οὐκ ἂν λογίζοιτο ὅτι οὐ δεῖ ἀπό γε τοῦ ἀγαθοῦ φεύγειν ἀλλ’ ὅτι μάλιστα παραμένειν, διὸ ἀλογίστωσ ἂν φεύγοι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기