호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡσ λέγεται τότε, εἰ σωθεῖεν, ἑκάστου ἔτουσ θεωρίαν ἀπάξειν εἰσ Δῆλον· ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ’ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν. ἐπειδὰν οὖν ἄρξωνται τῆσ θεωρίασ, νόμοσ ἐστὶν αὐτοῖσ ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτεινύναι, πρὶν ἂν εἰσ Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο· τοῦτο δ’ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι ἀπολαβόντεσ αὐτούσ. ἀρχὴ δ’ ἐστὶ τῆσ θεωρίασ ἐπειδὰν ὁ ἱερεὺσ τοῦ Ἀπόλλωνοσ στέψῃ τὴν πρύμναν τοῦ πλοίου·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기