호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ ἄν ποτε τῶν ἄλλων Ἀθηναίων ἁπάντων διαφερόντωσ ἐν αὐτῇ ἐπεδήμεισ εἰ μή σοι διαφερόντωσ ἤρεσκεν, καὶ οὔτ’ ἐπὶ θεωρίαν πώποτ’ ἐκ τῆσ πόλεωσ ἐξῆλθεσ, ὅτι μὴ ἅπαξ εἰσ Ἰσθμόν, οὔτε ἄλλοσε οὐδαμόσε, εἰ μή ποι στρατευσόμενοσ, οὔτε ἄλλην ἀποδημίαν ἐποιήσω πώποτε ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, οὐδ’ ἐπιθυμία σε ἄλλησ πόλεωσ οὐδὲ ἄλλων νόμων ἔλαβεν εἰδέναι, ἀλλὰ ἡμεῖσ σοι ἱκανοὶ ἦμεν καὶ ἡ ἡμετέρα πόλισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기