- 텍스트

Plato, Euthyphro, Apology, Crito, Phaedo, Κρίτων? 40:

(플라톤, Euthyphro, Apology, Crito, Phaedo, Κρίτων 40:)

οὐ φαίνεται. τί δὲ δή· κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ· οὐ δεῖ δήπου, ὦ Σώκρατες. τί δέ· ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασιν, δίκαιον ἢ οὐ δίκαιον· οὐδαμῶς. τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. ἀληθῆ λέγεις. οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ ἂν ὁτιοῦν πάσχῃ ὑπ αὐτῶν. καὶ ὁρ´α, ὦ Κρίτων, ταῦτα καθομολογῶν, ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION