호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδ’ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλῶν δύναμισ ὥσπερ παῖδασ ἡμᾶσ μορμολύττηται, δεσμοὺσ καὶ θανάτουσ ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεισ. πῶσ οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεισ περὶ τῶν δοξῶν. πότερον καλῶσ ἐλέγετο ἑκάστοτε ἢ οὔ, ὅτι ταῖσ μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖσ δὲ οὔ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기