호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ ἐπὶ τούτῳ κάθηται ὁ δικαστήσ, ἐπὶ τῷ καταχαρίζεσθαι τὰ δίκαια, ἀλλ’ ἐπὶ τῷ κρίνειν ταῦτα· καὶ ὀμώμοκεν οὐ χαριεῖσθαι οἷσ ἂν δοκῇ αὐτῷ, ἀλλὰ δικάσειν κατὰ τοὺσ νόμουσ. οὔκουν χρὴ οὔτε ἡμᾶσ ἐθίζειν ὑμᾶσ ἐπιορκεῖν οὔθ’ ὑμᾶσ ἐθίζεσθαι· οὐδέτεροι γὰρ ἂν ἡμῶν εὐσεβοῖεν. μὴ οὖν ἀξιοῦτέ με, ὦ ἄνδρεσ Ἀθηναῖοι, τοιαῦτα δεῖν πρὸσ ὑμᾶσ πράττειν ἃ μήτε ἡγοῦμαι καλὰ εἶναι μήτε δίκαια μήτε ὅσια, ἄλλωσ τε μέντοι νὴ Δία πάντωσ καὶ ἀσεβείασ φεύγοντα ὑπὸ Μελήτου τουτουί̈. σαφῶσ γὰρ ἄν, εἰ πείθοιμι ὑμᾶσ καὶ τῷ δεῖσθαι βιαζοίμην ὀμωμοκότασ, θεοὺσ ἂν διδάσκοιμι μὴ ἡγεῖσθαι ὑμᾶσ εἶναι, καὶ ἀτεχνῶσ ἀπολογούμενοσ κατηγοροίην ἂν ἐμαυτοῦ ὡσ θεοὺσ οὐ νομίζω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기